Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.133 | Dem. 20.137 (English) | >>Dem. 20.139 |
20.135τὸ δοκεῖν ἐξηπατηκέναι τοὺς ἀγαθόν τι ποιήσαντας . ὅτι μὲν τοίνυν τοῦθʼ ἕν τι τῶν αἰσχρῶν ἐστιν πάντας ἂν ἡγοῦμαι φῆσαι , ὅσῳ δʼ ὑμῖν αἴσχιον τῶν ἄλλων , ἀκούσατέ μου . ἔστιν ὑμῖν νόμος ἀρχαῖος , τῶν καλῶς δοκούντων ἔχειν , ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ , κρίνειν , κἂν ἁλῷ , θανάτῳ ζημιοῦν . εἶτʼ οὐκ αἰσχύνεσθʼ , ὦ ἄνδρες Ἀθηναῖοι , εἰ ἐφʼ ᾧ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε , τοῦτʼ αὐτοὶ ποιοῦντες φανήσεσθε ; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντʼ αἰσχρά , μάλιστα δὲ ταῦτʼ ἐφʼ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται · οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν ἃ πονήρʼ αὐτὸς ἔκρινεν εἶναι πρότερον .
ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ εὐλαβεῖσθαι δεῖ , ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθʼ ἄν , τοῦτο δημοσίᾳ ποιοῦντες φανήσεσθε . ὑμῶν τοίνυν οὐδʼ ἂν εἷς οὐδὲν ὧν ἰδίᾳ τινὶ δοίη , τοῦτʼ ἀφέλοιτο πάλιν , ἀλλʼ οὐδʼ ἐπιχειρήσειεν ἄν . μὴ τοίνυν μηδὲ δημοσίᾳ τοῦτο ποιήσητε , ἀλλὰ κελεύετε τούτους τοὺς ἐροῦντας ὑπὲρ τοῦ νόμου ,
20.137εἴ τινα τῶν εὑρημένων τὴν δωρειὰν ἀνάξιον εἶναί φασιν ἢ μὴ πεποιηκότʼ ἐφʼ οἷς εὕρετʼ ἔχειν , ἢ ἄλλʼ ὁτιοῦν ἐγκαλοῦσίν τινι , γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς , ἢ θέντων ἡμῶν , ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν , ἢ θέντας αὐτούς , ὅταν πρῶτον γένωνται νομοθέται . ἔστι δʼ ἑκάστῳ τις αὐτῶν , ὡς ἔοικεν , ἐχθρός , τῷ μὲν Διόφαντος , τῷ δʼ Εὔβουλος , τῷ δʼ ἴσως ἄλλος τις .
20.136
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 20.133 | Dem. 20.137 (English) | >>Dem. 20.139 |